Add parallel Print Page Options

14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καφαρναούμ, [a]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως [b]τοῦ ᾅδου [c]καταβιβασθήσῃ.

16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [d]δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ [e]δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ [f]ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν [g]ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.

21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [h]τῷ πνεύματι [i]τῷ ἁγίῳ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως [j]εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22 [k]πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ [l]ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων [m]αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [n]τῆς καρδίας σου καὶ [o]ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ [p]ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ [q]ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

29 Ὁ δὲ θέλων [r]δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν [s]δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες [t]ἡμιθανῆ. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ [u]Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ [v]ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν [w]αὔριον ἐκβαλὼν [x]δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ [y]εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 [z]τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν [aa]δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

38 [ab]Ἐν δὲ τῷ πορεύεσθαι [ac]αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο [ad]αὐτὸν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη [ae]Μαριάμ, ἣ καὶ [af]παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ [ag]Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με [ah]κατέλειπεν διακονεῖν; [ai]εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ [aj]κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ [ak]θορυβάζῃ περὶ πολλά, 42 [al]ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· [am]Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται [an]αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 τοῦ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 καταβιβασθήσῃ Treg RP ] καταβήσῃ WH NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:17 δύο WH NIV ] – Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:19 δέδωκα WH Treg NIV ] δίδωμι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:19 ἀδικήσῃ NIV RP ] ἀδικήσει WH Treg
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:20 ἐγγέγραπται WH Treg NIV ] ἐγράφη RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ WH Treg RP ] ἐν τῷ NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ ἁγίῳ WH Treg NIV ] ὁ Ἰησοῦς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 εὐδοκία ἐγένετο WH Treg NIV ] ἐγένετο εὐδοκία RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 πάντα WH Treg NIV ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 ἐὰν NIV RP ] ἂν WH Treg
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:25 αὐτὸν WH NIV ] + καὶ Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 τῆς Treg NIV RP ] – WH
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NIV ] ἐξ ὅλης τῆς ψυχῆς RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NIV ] ἐξ ὅλης τῆς ἰσχύος RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NIV ] ἐξ ὅλης τῆς διανοίας RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:29 δικαιῶσαι WH Treg NIV ] δικαιοῦν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 δὲ RP ] – WH Treg NIV
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 ἡμιθανῆ WH Treg NIV ] + τυγχάνοντα RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:32 Λευίτης WH Treg ] + γενόμενος NIV RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 αὔριον WH Treg NIV ] + ἐξελθών RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 εἶπεν WH Treg NIV ] + αὐτῷ RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:36 τίς WH NIV ] + οὖν Treg RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:37 δὲ WH Treg NIV ] οὖν RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτοὺς WH NIV ] + καὶ Treg RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτὸν NIV ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Μαριάμ WH NIV ] Μαρία Treg RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NIV
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 εἰπὲ Treg NIV RP ] εἰπὸν WH
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 κύριος WH NIV ] Ἰησοῦς Treg RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP